Kitap 11
96
ΡΟΔΙΑΣ. Δίφιλος Αἱρησιτείχει (τὸ δὲ δρᾶμα τοῦτο Καλλίμαχος (fr. 100 d Schn) ἐπιγράφει Εὐνοῦχον) λέγει δὲ οὕτως (II 542 K)· πιεῖν δ’ ἔτι ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν. μνημονεύει αὐτῶν καὶ Διώξιππος ἐν Φιλαργύρῳ (cf. p. 472 b) καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Μέθης (cf. p. 464 c) Λυγκεύς τε ὁ Σάμιος ἐν ταῖς Ἐπιστολαῖς (cf. p. 469 b).