Kitap 11
108
ψυγεὺς ἢ ψυκτήρ. Πλάτων Συμποσίῳ· ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν. παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων ὁ παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα. Ἄλεξις ἐν Εἰσοικιζομένῳ φησὶ τρικότυλον ψυγέα. Διώξιππος Φιλαργύρῳ· παρ’ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ, ἔπειτα τοὺς δύο ψυγέας. Μένανδρος δ’ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν τοῦτο δὴ τὸ νῦν ἔθος ἄκρατον ἐβόων, τὴν μεγάλην. ψυκτῆρά τις προὔπινεν ἂν τοὺς ἀθλίους ἀπολλύων. Ἐπιγένης δ’ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει· τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ κόμισον λαβὼν τοὺς παῖδας. εἶτ’ οἴσεις μόνος ψυκτῆρα, κύαθον, κυμβία. Στράττις Ψυχασταῖς· ὁ δέ τις ψυκτῆρ᾽, ὁ δέ τις κύαθον χαλκοῦν κλέψας. ἀπορῶν κεῖται, κοτύλη δ’ ἀνὰ χοίνικα μάττει. Ἄλεξις δ’ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν οὗ συνῆν Ἀγωνίδι. τοῖς παισὶ τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν) τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν ἦγεν δύο δραχμάσ), κυμβίον δὲ τέτταρας ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου λεπτότερον.