Kitap 11
105
Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος φιάλης Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει (ibid)· οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις (ib. 52)· χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς· καὶ Ἕρμιππος ἐν Κέρκωψι (ib. 234)· χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. καὶ ὅ γε ἐ — — — — ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ (FHG IV 495) ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ (II 164 K) φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἄρακιν καλοῦσι.
106
ΦΘΟΙΣ. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις (I 357 K)· ‘σὺν φθοῖσι προσπεπωκώς.’ ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί.
106
ΦΙΛΟΤΗΣΙΑ κύλιξ τις, ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι (19, 128)· ‘καὶ φιλοτησίας προὔπινεν.’ Ἄλεξις (II 402 K)· φιλοτησίαν σοι τήνδ’ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης (I 557 K)· ἑπτάπους γοῦν ἡ σκιά ᾽στιν· ἡ ᾽πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽ ὁ χορὸς ὁ φιλοτήσιος.’ διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ (203)· δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία. ΧΟΝΝΟΙ. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον· ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. ΧΑΛΚΙΔΙΚΑ ποτήρια, ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.