Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

109 Ἡρακλέων δὲ ὁ Ἐφέσιος ‘ὃν ἡμεῖς, φησί, ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν. τοὺς δ’ Ἀττικοὺς καὶ κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα.’ Εὔφρων ἐν Ἀποδιδούσῃ (III 320 K)· ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν, τὸ τευτλίον δὲ σεῦτλα, φακέαν τὴν φακῆν, τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον. Β. ὥσπερ χρυσίου φωνῆς ἀπότισον, Πυργόθεμι, καταλλαγήν. Ἀντιφάνης Ἱππεῦσι (II 54 K)· πῶς οὖν διαιτώμεσθα; τὸ μὲν ἐφίππιον στρῶμ’ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος, ψυκτήρ, ὅτι βούλει, πάντ᾽, Ἀμαλθείας κέρας. ἐν δὲ τῇ Καρίνῃ σαφῶς δηλοῦται, ὅτι τούτῳ ἐχρῶντο οἰνοχοοῦντες κυάθῳ. εἰπὼν γάρ (II 56 K)· τρίποδα καὶ κάδον παραθέμενος ψυκτῆρά τ’ οἴνου .... μεθύσκεται, ἐν τοῖς ἑξῆς ποιεῖ αὐτὸν λέγοντα· ἔσται πότος σφοδρότερος. οὐκοῦν, εἰ φράσαι τις, οὐκ ἔτι ἔξεστι κυαθίζειν γάρ ...... τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν ἀπόφερε τἄλλα πάντα. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος ἐν τῷ περὶ Ὀνομάτων ‘τὸν ψυγέα, φησίν, ἐκάλουν οἱ ἀρχαῖοι δῖνον.’ Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς καλεῖσθαί φησι ψυκτήρια καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους τοὺς τοῖς θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος Νεανίσκοις (fr. 146 N)· σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις. Εὐριπίδης Φαέθοντι (fr. 782 N)· ψυκτήρια δένδρεα φίλαισιν ὠλέναισι δέξεται. καὶ ὁ τὸν Αἰγίμιον δὲ ποιήσας εἴθ’ Ἡσίοδός ἐστιν ἢ Κέρκωψ ὁ Μιλήσιος (fr. 7 Rz)· ἔνθα ποτ’ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.
110 ΩΙΔΟΣ. οὕτως ἐκαλεῖτο τὸ ποτήριον, φησὶ Τρύφων ἐν τοῖς Ὀνοματικοῖς (fr. 115 V), τὸ ἐπὶ τῷ σκολίῳ διδόμενον, ὡς Ἀντιφάνης παρίστησιν ἐν Διπλασίοις (II 45 K)· τί οὖν ἐνέσται τοῖς θεοῖσιν; Β. οὐδὲ ἕν, ἂν μὴ κεράσῃ τις. Α. ἴσχε, τὸν ᾠδὸν λάμβανε. ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν Παιῶνα μηδ’ Ἁρμόδιον. ΩΙΟΣΚΥΦΙΑ. περὶ τῆς ἰδέας τῶν ποτηρίων Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν (cf. p. 438f) ὅτι δύο πυθμένας ἔχει, ἕνα μὲν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπ’ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ’ οὗ ἵσταται τὸ ποτήριον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi