Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

116 δὲ ὁ Δελφὸς ἐν τοῖς Ὑπομνήμασι περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων γράφει καὶ ταῦτα μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων ἒν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. καὶ ὃς εἶπεν ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν. ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας· ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσεν, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον· Αἰσχίνου τε πένητος ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη· καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. διόπερ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλήν μου ἀναπηδήσαντα τὸ φαλακρόν μου κατασκαριφᾶν καὶ κρώζειν περιβλέπουσαν. δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς. ψεύσεσθαι κεφαλῆς. ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν· ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις, ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν. καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι καὶ τὸ νομοθετῆσαι τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας; δῆλον δ’ ἐστὶ τοῦτο ἐξ ὧν ἐν τῷ Τιμαίῳ λέγει· πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζωγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν οὕτω κἀγὼ τοὺς πολίτας οὓς διαγράφω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi