Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 12

15 διαβόητοι δ’ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ’ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων (FHG II 307). περὶ δὲ ΣΥΒΑΡΙΤΩΝ τί δεῖ καὶ λέγειν; παρ’ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δ’ οὐδ’ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι. ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος (FHG I 205) ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων ‘αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.’ ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ’ αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν. καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἂν ἑλέσθαι ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi