Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 12

25 ΙΒΗΡΕΣ δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. ΜΑΣΣΑΛΙΩΤΑΙ δ’ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν καὶ τρυφὴν γυναικοπαθοῦντες· ὅθεν καὶ παροιμία παρῆλθε ‘πλεύσειας εἰς Μασσαλίαν.’
25 καὶ οἱ τὴν ΣΙΡΙΝ δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δ’ ὑπὸ Κολοφωνίων ..., ὥς φησι Τίμαιος (FHG I 206) καὶ Ἀριστοτέλης (fr. 534 R), εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ’ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος (Il. 16.419) τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. καὶ Ἀρχίλοχος δ’ ὁ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν (fr. 21 B4)· οὐ γάρ τι καλὸς χῶρος οὐδ’ ἐφίμερος οὐδ’ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς. ὠνομάσθη δ’ ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπίδης ἐν Δεσμώτιδι ἢ Μελανίππῃ (fr. 496 N), ἀπὸ γυναικός τινος Σίριδος· ὡς δ᾽ Ἀρχίλοχος, ἀπὸ ποταμοῦ. οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων. διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi