Kitap 12
28
τοὺς δὲ σύμπαντας ΙΩΝΑΣ ἐπισκώπτων Καλίας ἢ Διοκλῆς ἐν Κύκλωψί φησιν (I 695 K)· τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ’ ὅ τι πράσσει. καὶ ΑΒΥΔΗΝΟΙ — Μιλησίων δ’ εἰσὶν ἄποικοι — ἀνειμένοι τὴν δίαιτάν εἰσιν καὶ κατεαγότες, ὡς παρίστησιν Ἕρμιππος ἐν Στρατιώταις (ib. 241)· χαῖρ’ ὦ διαπόντιον στράτευμα, τί πράττομεν; τὰ μὲν πρὸς ὄψιν μαλακῶς ἔχειν ἀπὸ σώματος, κόμῃ τε νεανικῇ σφρίγει τε βραχιόνων. Β. ᾔσθου τὸν Ἄβυδον ὡς ἀνὴρ γεγένηται; καὶ Ἀριστοφάνης Τριφάλητι παρακωμῳδῶν πολλοὺς τῶν Ἰώνων (ib. 529)· ἔπειθ’ ὅσοι παρῆσαν ἐπίδημοι ξένοι ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι· ‘ὅκως ἔχων τὸν παῖδα πωλήσει ᾽ς Χίον,’ ἕτερος δ’ ‘ὅκως ἐς Κλαζομενάς’, ἕτερος δ’ ‘ὅκως ἐς Ἔφεσον,’ ὃ δ’ ‘ἐς Ἄβυδον.’ ἦν δ’ ἐκεῖνα πάνθ᾽ ὁδῷ. περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως (fr. 67 Bl)· ‘ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρ’ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ σαυτοῦ ἔχοις χρῆσθαι αὐτοῖς.’