Kitap 12
4
Πλάτων δ’ ἐν τῷ Φιλήβῳ φησίν· ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων. ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας ὁ αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν Ἐπικουρείων θρυλούμενον, ὅτι τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, γράφων οὕτως· ἆρ’ οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; ἡ μὲν γέ που τοῦ σίτου κατ’ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε παῦσαι ζῶντας δυνατή; — ναί. — ἡ δὲ ὄψου, εἲ πῄ τινα ὠφέλειαν πρὸς εὐεξίαν παρέχεται; — πάνυ μὲν οὖν. — τί δαί; ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, συνατὴ σὲ κολαζομένη ἐκ νέων πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ πρὸς τὸ σωφρονεῖν, ἆρά γε ὀρθῶς οὐκ· ἀναγκαία ἂν καλοῖτο; — ὀρθότατα μὲν οὖν.