Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 12

35 Ποσειδώνιος δ’ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν ΣΥΡΙΑΝ πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα (FHG III 258)· ‘τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δ᾽ ἐλαίῳ πολυτελεῖ καὶ μύροις· τοῖς δὲ γραμματείοισ — οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων — ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλὰ καὶ καταυλουμένους πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι.’ Ἀγαθαρχίδης δ’ ἐν τῇ τριακοστῇ πέμπτῃ τῶν Εὐρωπιακῶν (FHG III 194) ‘Ἀρυκανδεῖς, φησί, Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν, ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς.’ ἐν δὲ τῇ λαʹ (l. s. s) Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.
36 Πολύβιος δ’ ἐν τῇ ἑβδόμῃ (c. 1, 1) ΚΑΠΥΗΣΙΟΥΣ τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλοῦτον περιβαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν, ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν παραδεδομένην φήμην. ‘οὐ δυνάμενοι οὖν, φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν· διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα δεινὰ ἔπαθον. Πετηλῖνοι δὲ τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν εἰς τοσοῦτον καρτερίας ἦλθον πολιορκούμενοι ὑπ’ Ἀννίβα ὥστε μετὰ τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι καὶ ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς βοηθοῦντος οὐδὲ συνευδοκοῦντος Ῥωμαίων παρέδοσαν ἑαυτούς.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi