Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 12

40 οὐ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ ΑΝΔΡΟΚΟΤΤΟΣ ὁ Φρύξ. καὶ γὰρ οὗτος ἐνεδύσατο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης (FHG III 152). Κλέαρχος δ’ ἐν πέμπτῳ Βίων (FHG II 307) ΣΑΓΑΡΙΝ φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειε, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι. διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν (Eur. Hipp. 317)· χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι. Κτησίας δὲ ἱστορεῖ (fr. 52 M) ΑΝΝΑΡΟΝ τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες. ἔψαλλον δὲ αὗται καὶ ᾖδον ἐκείνου δειπνοῦντος· Φοῖνιξ δ’ ὁ Κολοφώνιος ποιητὴς περὶ ΝΙΝΟΥ λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν (chol. p. 141)· ἀνὴρ Νίνος τις ἐγένετ᾽, ὡς ἐγὼ ᾽κούω, Ἀσσύριος· ὅστις εἶχε χρυσίου πόντον, τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου· ὃς οὐκ ἴδ’ ἀστέρ’ οὐδιζωνεδιζητο, οὐ παρ’ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν, ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων· οὐ μυθηητης, οὐ δικασπόλος κεῖνος, οὐ λεωλογεῖν ἐμάνθαν᾽, οὐκ ἀμιθρῆσαι, ἀλλ’ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν κἠρᾶν, τὰ δ’ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. ὡς δ’ ἀπέθαν’ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν, ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ’ ᾄδει· ‘ἄκουσον, εἴτ’ Ἀσσύριος εἴτε καὶ Μῆδος εἶς ἢ Κόραξος ἢ ἀπὸ τῶν ἄνω λιμνῶν Ἰνδὸς κομήτης· οὐ γὰρ ἅλια κηρύσσω· ἐγὼ Νίνος πάλαι ποτ’ ἐγενόμην πνεῦμα, νῦν δ’ οὐκ ἔτ’ οὐδέν, ἀλλὰ γῆ πεποίημαι. ἔχω δ’ ὁκόσον ἔπαισα χὠκόσ’ ἤεισα ............ χὠκόσ’ ἠράσθην. τὰ δ’ ὄλβι’ ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι. ἐγὼ δ’ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ’ ἵππον οὔτ’ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων· σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi