Kitap 12
48
Λυσίας δὲ ὁ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησίν (fr. 8 Tur)· ‘ἐκπλεύσαντες γὰρ κοινῇ Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἔγημαν ἐν Ἀβύδῳ δύο ὄντε Μεδοντίδα τὴν Ἀβυδηνὴν καὶ ξυνῳκείτην. ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα· εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου.’ κεκωμῴδηται δὲ καὶ ὑπὸ Εὐπόλιδος ὡς καὶ ἀκόλαστος πρὸς γυναῖκας ἐν Κόλαξιν οὕτως (I 300 K)· Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. Β. τί ληρεῖς οὐκ οἴκαδ’ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα; καὶ Φερεκράτης δέ φησιν (ib. 194)· οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν. ἐν Σπάρτῃ δὲ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν. ἐπιπληττόντων δ’ αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ’ ἵνα ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ τε τῆς Σπάρτης καὶ μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ’ Ἡρακλέους ἀλλ’ ἀπ’ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.
49
μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς τὰς Ἀθήνας. κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλει. ἡ δὲ τριήρης ἐφ’ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δ’ ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δ’ ὁ τραγῳδὸς ἐκέλευε τὴν ἀπὸ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. διὸ καὶ χαριέντως εἶπέν τις· ‘οὔτ’ ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ Σπάρτη οὔτ’ ἂν δύ’ Ἀλκιβιάδας Ἀθῆναι.’ ἐμιμεῖτο δὲ Ἀλκιβιάδης τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάβαζον τὴν Περσικὴν ἐνεδύετο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνήν, καθάπερ καὶ Θεμιστοκλῆς.