Kitap 12
75
πόσῳ οὖν κάλλιόν ἐστιν, ἀγαθὲ Τιμόκρατες, πενόμενον εἶναι λεπτότερον ὧν καταλέγει Ἕρμιππος ἐν Κέρκωψιν ἢ ὑπερπλουτοῦντας τῷ Ταναγραίῳ κήτει ἐοικέναι, καθάπερ οἱ προειρημένοι ἄνδρες. φησὶ δ’ οὕτως ὁ Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος (I 233 K)· νῦν οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βούδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος. καὶ Ἀριστοφάνης δ’ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί (I 428 K)· καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας (Eur. Hec. 1) ἔτλη κατελθεῖν; Β. ἕνα γὰρ ἀφ’ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας. Α. εἰσὶ γάρ τινες ἄνδρες παρ’ ὑμῖν ᾁδοφοῖται; Β. νὴ Δία μάλιστά γ᾽, ὥσπερ Θρᾳκοφοῖται. πάντ’ ἔχεις. Α. καὶ τίνες ἂν εἶεν; Β. πρῶτα μὲν Σαννυρίων ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. εἶθ’ ἑξῆς φησιν· ὡς σφόδρ’ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ’ ἄρα· τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται. περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν (I 727 K)· Σαννυρίωνος σκυτίνην ἐπικουρίαν. περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως (ib. 793)· Μέλητον τὸν ἀπὸ Ληναίου νεκρόν.