Kitap 13
11
ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους. καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι· ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε (fr. 897 N) παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς πλεῖστον ὑπάρχειν, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς. καὶ παρὰ λυπῶν τέρψιν τιν’ ἔχων εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων. τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ. καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη (fr. 127 B4) εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν. ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε (Androm. fr. 136 N)· σὺ δ’ ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει. καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.