Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

13 τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος (II 386 K)· πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρσην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ’ ἀβέλτερος οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων. ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς, οὐκ οἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγύς τ’ εἰμὶ τοὐνόματος. Εὔβουλος δ’ ἢ Ἀραρὼς ἐν Καμπυλίωνι (ib. 178)· τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ’ ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ. ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κὰν φήσειέ τις. Ἄλεξις δ’ ἐν Ἀποκοπτομένῳ (ib. 305)· λέγεται γὰρ λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.
14 (Θεόφραστος δ’ ἐν τῷ Ἐρωτικῷ (fr. 107) Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν (ante fr. 13 N), ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν Ἔρωτα· ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος ..... διόπερ ὁ ποιητὴς οὗτος (Eur. Iph. A 548 N) οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι ‘δίδυμα γὰρ τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ’ εὐαίωνι τύχᾳ, τὸ δ’ ἐπὶ συγχύσει βιοτᾶς.ʼ)

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi