Kitap 13
13
τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος· πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας, ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρσην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ᾽ ἀβέλτερος οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων, ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἀνδρός δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς, οὐκοἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγὺς τ’ εἰμὶ τοῦ νοήματος. Εὔβουλος δ’ ἢ Ἀραρὼς ἐν Καμπυλίωνι· τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ᾽ ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ, ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις. Ἄλεξις δ’ ἐν Ἀποκοπτομένῳ· λέγεται γὰρ λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας τοὺς γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.