Kitap 13
15
τούτων τῶν Ἀλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους τὰ Ἑρμείου τοῦ Κουριέως ἐκ τῶν Ἰάμβων προειπών· ἀκούσατ᾽, ὦ Στύακες, ἔμποροι λήρου, λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα τἀν τοῖς πίναξι πρίν τι τῷ σοφῷ δοῦναι, αὐτοὶ καταρροφεῖτε κᾆθ’ ἁλίσκεσθε ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε, παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ’ αἰεί, ὡς Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ. θρυλεῖτε· γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους , καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, ὁ μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ’ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν, ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός
16
Ἡγήσανδρος δ’ ἐν τοῖς Ὑπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν ἰχθύων ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ’ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων. καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησὶν, οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἂν μὴ κόσμιον πεφύκῃ ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει. καὶ ὁ Ἀριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν ἔρωτος, ἀστραπὴν τιν’ ὀμμάτων ἔχει ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ’ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.