Kitap 13
18
ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους· τοῦ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς. οὐκ ἀκαίρως δ᾽, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως ὁ φιλόσοφος· ‘τὸ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην.’ — διὸ καὶ Ἄλεξις ἔφη που (II 394 K)· ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον ὁρᾷς, τοῦτον ἔχει τι θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν; δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς; — ‘Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν· ‘μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα;’ ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ’ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ’ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.’ καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.