Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

22 ἐστὶν δ’ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ, τῷ τρέφοντι συμφορά εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμολέους ; ἐν Νεαίρᾳ· ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς Φρύνης ἐρασθεὶς ἡνίκ’ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην. καὶ ἐν τῷ ἐπιγραφομένῳ δ’ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι· περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον. τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων· τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, · ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi