Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

26 τῶν οὖν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, ............. Διὸς νόμον· αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον, Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι (II 282 K), ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει (ib.)· αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις, τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος· ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας. καὶ Λαὶς οὖν ὀρθῶς νομίζοιτ’ ἂν τέρας. αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν· ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι· ἐξέρχεταί τε πανταχόσ’ ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν ὥστ᾽, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων (ib. 138)· τὴν ἐκ Κορίνθου Λαίδ’ οἶσθα; Β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειόν γ᾽. Α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον. Α. νὴ τὸν Δί᾽, ἤνθει τότε Λαγίσκ᾽, ἤνθει τότε καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή, ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὰ πάνυ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi