Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

29 χ περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν ἔπειτὰ γ’ εἰσίοντ᾽, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως· ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσ’ ὁμοίως, ἧσε, παρεμυθήσατο ἐποίησὲ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων. Εὔβουλος δ’ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν ὡς δ’ ἐδείπνει κοσμίως, οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία. Ἀντιφάνης Ὑδρίᾳ· οὗτος δ’ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο, ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας, αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν. Ἀναξίλας Νεοττίδι· ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας ᾽ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις; β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία. ὁ
30 δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει· διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν τοῦτο δ’ ἦν ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον. τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi