Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

32 καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν, μακρὰν ἐκτείνας κατὰ τὸν Αἰσχύλου Ἀγαμέμνονα· περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. νόμιμὸν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας ἐπὶ τοῖς ἱεροῖς συνέθηκε τόδε τὸ ἐπίγραμμα· αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν. καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi