Kitap 13
32
καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν ἐκτείνας κατὰ τὸν Αἰσχύλου .... περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου (fr. 16 Koepke), ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ (FHG I 306) καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ (ib. 204), αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα (137 B4)· αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν. καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.