Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

33 ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον οὗ ἡ ἀρχὴ τρισολυμπιονίκαν ἐπαινέων οἶκον, ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη· ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγ’ εὐχωλαῖς ἰανθείς. ἤρξατο δ’ οὕτως τοῦ μέλους· πολύξεναι νεάνιδες ἀμφίπολοι πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ, αἵ τε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη θυμιᾶτε, πολλάκι ματέρ’ Ἐρώτων οὐρανίαν πτάμεναι νόημα ποττὰν Ἀφροδίταν· ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι. σὺν δὲ ἀνάγκᾳ πᾶν καλόν. ἀρξάμενος θ’ οὕτως ἑξῆς φησιν ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ, ξυνάορον ξυναῖς γυναιξί. δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως· ἐδιδάξαμεν χρυσὸν καθαρᾷ, βασάνῳ. ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησὶν Ἀφροδίσι᾽ ἦγε ταῖς ἑταίραις ἡ πόλις, ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις. ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε μεθύειν μεθ’ ἡμῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi