Kitap 13
41
περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν· ἴσως δ’ ἂν ἀπορήσαι τις εὐλόγως θ’ ἅμα τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνὴ προσηγορεύετ’ ἢ ἐνομίσθη Μανία. αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ’ ἔχειν, καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος, μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν, ὑφ’ ἧς ἅπαντές εἰσ’ ἐπηνωρθωμένοι. τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου αὐτῇ Μέλιττ᾽ ἦν ὄνομα, τῷ μεγέθει μὲν ἦν τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα· φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη, πάνυ τ’ εὐπρόσωπος οὖσα καὶ καταπληκτική, πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους ἔχουσ’ ὅπου περὶ τῆς γυναικός τις λόγος γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν ἔφασκον εἶναι, καὶ προσεξειργάζετο αὐτὴ τὸ πλεῖον. ἡνίκα τις σκώψειε γάρ, ῥημάτιον εὐθὺ τοῦτο μανίαν ἀνεβόα, αὐτὴ θ’ ὅτ’ ἐπαινοίη τιν’ ἢ ψέγοι πάλιν, ἐπ’ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων, διὸ τῆς μανίας τὸ ῥῆμ’ ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν· μᾶλλον τὸ πάρεργον ἐπεκράτησ’ ἢ τοὔνομα. ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, ἡ Μανία· Γνάθαινα δ’ εἰς τὰ στρώμαθ’ ὅτι προίετο, ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου. μετὰ ταῦτα δ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν ἐλοιδορεῖτο καὶ λέγει τί τοῦτο, παῖ , εἰ καὶ λίθον εἶχες; ὑπολαβοῦσ’ ἡ Μανία ἔδωκ’ ἄν, ἵν’ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.