Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

42 εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς. εἰς τὸν πότον δ’ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν· βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ’ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος ‘πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; ἡ Μανία δ’ ‘αὐτόμολος, ὦ βέλτιστ᾽,’ ἔφη. μετὰ ταῦτα δ’ ὡς εἰσῆλθε πάλιν ἡ Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ’ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας ἀπέπεμψε ταύτην· διαλιποῦσα δ’ ἡ ἑταίρα ‘μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε· οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ’ ὁ σοὶ χρήσας τότε.’ ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ’ αὐτὴν τῶν πονηρῶν τις πάνυ. κᾆθ’ ὡς ἐπηρώτησε ‘πότερ’ ἄνω θέλεις ἐλθοῦσ’ ἅμα βαλεῖν ἢ κάτω;’ γελάσασ’ ‘ἄνω, βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε, μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi