Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

43 καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως· [παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ ‘ψυχρόν γ᾽, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν᾽, ἔχεις.’ ‘τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γ’ αἰεὶ δραμάτων ἐμβάλλομεν.’] πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων (ᾔδει δ’ ὑπ’ αὐτῆς ἐκτενῶς ἀγαπώμενος) παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα, μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας, ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ’ αὐλητρίδα. καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα, αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον, μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν, τὴν χιόνα δ’ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ· τῷ παιδί τ’ ἐπέταξ’ ἐγχέανθ’ ὅσον δέκα κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον. ὑπερηδέως δὲ τὴν κύλικ᾽ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος ‘νὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρόν γ᾽, ἔφη, Γνάθαιν᾽, ἔχεις τὸν λάκκον ὁμολογουμένως.’ ἣ δ’ εἶπε ‘τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.’
43 μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. περιλαμβάνουσα δ’ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, ‘τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ᾽, ἔφη, τὰ τραύματα;’ κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ’ ὢν ἀνείλετ᾽, εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. ‘νὴ τὴν φίλην Δήμητρα, δικαίως τοιγαρ, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.’
43 παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, ‘νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ᾽ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi