Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

44 καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει· εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ’ ὢν ἐτῶν, Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός, τό τ’ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον τῆς νυκτός. ἡ Γνάθαινα δ’ εἰς τὴν πορφύραν καὶ τὰ δόρατ’ ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν. ὃ δ’ ἄφνω καιρίμην πληγεὶς ‘παπαῖ, ζωγρεῖς, γύναι, φήσ᾽, ἕνεκα τοῦ στρατιωτικοῦ· μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ καὶ στρῶσον ἡμῖν ἔνδον.’ ἣ δ’ ἐπιδέξιον βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο, εἶπεν δέ· ‘.... δὸς ὅσον ἐπιθυμεῖς, πάτερ· οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ’ ὅτι εἰς νύκτ’ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.’ ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ’ εὐφυής, καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν οὐκέτι θ’ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν τὸν ὑποκριτήν· τότε δ’ ὄντος ἐν ἀποδημίᾳ, ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον, οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον. ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος κατεσχόλαζε τῆς Γναθαινίου λέγων, ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δ’ ὑπ’ αὐτῆς πεντάκις. μετὰ ταῦτ’ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος ...... πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτ’ ἔλεγε τῇ Γναθαινίῳ, αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παρ’ αὐτῆς μηδέποτε τοῦ σχήματος, ἐν τῷδε δ’ ἑτέρους ἐντρυφᾶν μαστιγίας. ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον· ‘περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον· διὰ τοῦθ’ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ᾽, ἵν’ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi