Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

45 ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ’ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δ’ Αἴξ, ὅτι τὸν μέγαν κατέφαγ’ ἐραστήν ποτε Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι. λέγεται δ’ ἐκείνην τὴν γυναῖκ’ ἐσχηκέναι πυγὴν πάνυ καλήν, ἥν ποτ’ ἠξίου λαβεῖν ὁ Δημοφῶν. ἣ δ’ εἶπε γελάσασ’ ‘εὖ γ᾽, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρ’ ἐμοῦ, φίλτατε.’
45 Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ μητέρα (Κορώνη δ’ ἐπεκαλεῖτο τοὔνομα), διέλυεν ἡ Γνάθαιν᾽. ἐρωτηθεῖσα δὲ τί διαφέρονται ‘τί γάρ, ἔφησεν, ἄλλο πλὴν ἄλλ’ ἡ Κορώνης, ἕτερ’ ἐκείνη μέμφεται.’
45 Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον. αὕτη δ’ ὀψὲ τῆς ὥρας ποτὲ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον· εἰώθει δὲ συμπίνειν αἰεὶ αὐτῷ. λέγει δ’ οὖν ὑστεροῦσα παρὰ πολύ· ‘Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα· ἀλλ’ ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα εἰς τὴν μεγάλην.’ ἔπειτεν ὁ βασιλεὺς λέγει· ‘εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.’ Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν· κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν ὁ Μοίριχος ‘μέγ᾽, εἶπεν· οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;’ ‘περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι.’ Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος αὐτήν ποτ’ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον μεταπεμπομένου ποθ᾽, ὡς ἔοικ᾽, αὐτήν, λέγειν πρὸς τὸν μετιόντα παῖδα· ‘Πύθων, φήσ᾽, ἐπεὶ ἤδη διάμεστος τῶν ὑείων ἐγένετο, ἐπ’ αἴγει’ οἷός ἐστιν ἀνακάμπτειν πάλιν;’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi