Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

52 καὶ ᾽ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β’ λέγων οὕτως· ὥστε Λαὶς μὲν ἡ δοκοῦσα πασῶν τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων· ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα αὐτὴν κέλευε, φησί, καὶ παρ’ ᾽ Ὠκίμου χαλκώματα. Μένανδρος δ’ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας· Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. Φιλέταιρος ἐν Κυναγίδι· οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ’ οὐδ’ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαὶς μὲν τελευτῶσ’ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. Θεόφιλος Φιλαύλῳ· τοῦ μὴ ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα φερόμενον ἢ Μηκωνίδ᾽ ἢ Σισύμβριον ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά, ὧν ἐμπλέκουσι τοῖς λίνοις σ’ αἱ μαστροποί, ἢ Ναύσιον ἢ Μαλθάκην.
53 τοσαῦτ’ εἰπὼν μετά τινος τροχιλίας ὁ Μυρτίλος μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ὁ Ἐρατοσθένης ἔφη. κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων ἐπ’ ἄλλο δ’ εἶδος μεταβήσομαι λόγων, καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου· ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος· μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι, ὅθεν αὐτὸν καὶ ὁ Τίμων φησὶν γραμμοδιδασκαλίδην, ὁ ἀναγωγότατον ζωόντων. οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; ἡ δὲ οὐδ’ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδὸν ὥστ’ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ’ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi