Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

53 τοσαῦτ’ εἰπὼν μετά τινος τροχιλίας ὁ Μυρτίλος ‘μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ὁ Ἐρατοσθένης ἔφη (p. 193 B). κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων· ἐπ’ ἄλλο δ’ εἶδος μεταβήσομαι λόγων. καὶ πρῶτον μὲν μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου· ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος (fr. 117 Us)· ‘μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι.’ ὅθεν αὐτὸν καὶ ὁ Τίμων φησὶν (fr. 55 W) γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων. οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδ’ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστ’ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ’ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν (fr. 121 Us).

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi