Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

61 ἴστε δὲ ὅτι καὶ Δημάδης ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δημέαν· ὃν φρυαττόμενόν ποτε ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερείδης εἰπών· ‘οὐ σιωπήσῃ, μειράκιον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα;’ καὶ Βίων δ’ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης, ὥς φησι Νικίας ὁ Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς. Σοφοκλῆς δ’ ὁ τραγῳδιοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας. ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησίν· κλῦθί μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ. ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων (ep. 12 Baum). τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως (fr. 698 N)· φίλη γὰρ ἡ Θεωρίς. ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου, ὥς φησιν Ἡγήσανδρος (FHG IV 418), Ἀρχίππην ἠγάπησεν τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη· ‘ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφον κάθηται.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi