Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

66 διαβόητος δ’ ἑταίρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν ἡ Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. ὁ δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον. καὶ ἡ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου, ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε. καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν, ἐφ’ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα, μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις· συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας, εὐήθης ξείνων δέκτρια Πασιφίλη. ὅτι δὲ καὶ Μένανδρος ὁ ποιητὴς ἤρα Γλυκέρας κοινόν· ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi