Kitap 13
63
Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ (fr. 4 Tur) προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι’ ἐκείνων ἔλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι· ἀλλ’ αἰδοῖ τοῦτ᾽ ἐποίησεν, φεύγων τὴν διαβολήν. ἀκόλαστος δ’ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς (FHG II 492). Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δι’ αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς. παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. τοιγαροῦν καὶ ὁ γραμματεύς ποτ’ αὐτοῦ εἶπε· ‘τί δ’ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν.’ ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων· ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι.