Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

69 ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις· Δωρίχαν τε, ἣν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ’ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. ʽ Ἡρόδοτος δ’ αὐτὴν Ῥοδῶπιν καλεῖ, ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων.., εἰς δὲ τὴν Δωρίχαν τόδ’ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰσωπείᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε· Δωρίχα, ὀστέα μὲν σ’ ἁπαλῆς κόσμησ’ ἀπόδεσμα χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη, ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων. Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες, οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει ἔστ’ ἂν ἴῃ Νείλου ναῦς ἔφαλος τενάγη. καὶ Ἀρχεδίκη δ’ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi