Kitap 13
69
ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις· Δωρίχαν τε, ἣν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ’ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει (fr. 138 B4) ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δ’ αὐτὴν Ῥοδῶπιν καλεῖ (II 135), ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων (I 110 K)... εἰς δὲ τὴν Δωρίχαν τόδ᾽ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε· Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ’ ἑσμὸς χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη, ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων. Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες. οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει, ἔστ’ ἂν ἴῃ Νείλου ναῦς ἐφ’ ἁλὸς πελάγη. καὶ Ἀρχεδίκη δ’ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν (l. s), ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.
70
καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ἑταίρας .... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας (FHG III 16). Νικαρέτη δὲ ἡ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων ... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ’ ἡ Ἀργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν Ἀτρειδῶν σῴζουσα, ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δ’ ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος· ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ’ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα ... διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν.’