Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

74 ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ Ἀφροδίτη φησίν ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου· καὶ οὔτε ἡ Ἄρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητὴν· ὅστις δ’ Ἔρωτα μὴ μέγαν κρίνει θεόν, ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν. ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος, λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε· τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ’ ᾠδὰς ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον. οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται, ἒς τ’ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι παῖς διαπομπεύῃ, προπόσεις ἐπὶ δεξιὰ νωμῶν, παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζῃ κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi