Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

71 οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον, ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον ψυχὰς οἰχομένων, λίμνης δ’ ἐπὶ μακρὸν ἀυτεῖ ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων. πόλλ’ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων Ὀρφεύς, παντοίους δ’ ἐξανέπεισε θεούς· Κωκυτόν τ’ ἀθέμιστον ἐπ’ ὀφρύσι μηνίσαντα ἠδὲ καὶ αἰνοτάτου βλέμμ’ ὑπέμεινε κυνός, ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ’ ὄμμα, σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς. ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου. οὐ μὴν οὐδ’ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην· ἥ τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, Ρ̓άριον ὀργειῶνι νόμῳ διαποιπνύουσα Δήμητρα· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδῃ. φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον Ἡσίοδον πάσης ἤρανον ἱστορίης Ἀσκραίων ἐσικέσθαι ἐρῶνθ’ Ἑλικωνίδα κώμην· ἔνθεν ὅ γ’ Ἠοίην μνώμενος Ἀσκραικὴν πόλλ’ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους, ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος. αὐτὸς δ’ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει ἥδιστον πάντων δαίμονα μουσοπόλον, λεπτὴν δ᾽ ᾗσ’ Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης· ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον, πολλὸν ἀπ’ εὐρείης λειπόμενος πατρίδος· ἔκλεε δ’ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων. Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς ἦχον καὶ μαλακοῦ πνεῦμ’ ἀπὸ πενταμέτρου. καίετο μὲν Ναννοῦς· πολιῷ δ’ ἐπὶ πολλάκι λωτῷ κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ. ἣ δ’ ἠχθεεδ’ Ἑρμόβιον τὸν αἰεὶ βαρὺν ἠδὲ Φερεκλῆν ἐχθρὸν μισήσας οἷ’ ἀνέπεμψεν ἔπη. Λυδῆς δ’ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος πληγεὶς Πακτωλοῦ ῥεῦμ’ ἐπέβη ποταμοῦ· δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν κλαίων, αἰάζων δ’ ἦλθεν ἀποπρολιπὼν ἄκρην ἐς Κολοφῶνα· γόων δ’ ἐνεπλήσατο βίβλους ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου. Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους, Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον, γινώσκεις. ὁ δ’ ἀοιδὸς ἀηδόνος ἠράσαθ’ ὕμνων Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ. καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι· φοίτα δ’ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ’ αὐτὴν οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα, Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λέκτον πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας. Ἀτθὶς δ’ οἷα μέλισσα πολυπρήωνα Κολώνην λείπουσ’ ἐν τραγικαῖς ᾖδε χοροστασίαις Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ...

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi