Kitap 13
71
....... Ζεὺς ἔπορεν Σοφοκλεῖ. φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα τόξου νυκτερινὰς οὐκ ἀποθέσθ’ ὀδύνας· ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας Αἰγείων, μέθεπεν δ’ Ἀρχέλεω ταμίην· εἰσόκε .. δαίμων, Εὐριπίδη, εὕρετ’ ὄλεθρον, Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν. ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως, γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης αὐτοῖς μηλείοις θήκαθ’ ὑπὸ προγόνοις. οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν. οὐδὲ μὲν οὐδ’ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην, οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξατο μῆτις καὶ δεινὴ μύθων κῆδος ἔχουσ’ ἀρετή, οὐδ’ οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν φαινόμενον, δεινὸν δ’ ἦλθον ὑφ’ ἡνίοχον. οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ βαιῇ ἐνὶ σφαίρῃ πάντ’ ἀπομασσόμενον. οἵῳ δ’ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ Κύπρις μηνίουσα πυρὸς μένει. ἐκ δὲ βαθείης ψυχῆς κουφοτέρας ἐξεπόνησ’ ἀνίας, οἰκί’ ἐς Ἀσπασίης πωλεύμενος· οὐδέ τι τέκμαρ εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους. ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ, δεινὸν ὅτ’ Ἀπιδανῆς Λαίδος ἠράσατο ὀξὺς Ἀρίστιππος, πάσας δ’ ἠνήνατο λέσχας φεύγων ουδαμενον ἐξεφόρησε βίωι.