Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

76 καὶ ὁ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν (fr. 1 B4)· ἦρι μὲν αἵ τε Κυδώνιαι μηλίδες ἀρδόμεναι ῥοὰν ἐκ ποταμῶν, ἵνα παρθένων κῆπος ἀκήρατος, αἵ τ’ οἰνανθίδες αὐξόμεναι σκιεροῖσιν ὑφ’ ἕρνεσιν οἰναρέοις θαλέθοισιν· ἐμοὶ δ’ ἔρος οὐδεμίαν κατακητος ὥραν, ἅθ’ ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως παιδόθεν φυλάσσει ἡμετέρας φρένας. καὶ Πίνδαρος δ’ οὐ μετρίως ὢν ἐρωτικός φησιν (fr. 127 B)· εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν· μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν. διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη (fr. 59 W)· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι, καὶ μὴ ἀναμένειν ἔστ’ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον (ibid) ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι. μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν (fr. 123 B) ;ʼ χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ, σὺν ἡλικίᾳ· τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν — ψυχρᾷ φλογί, πρὸς δ’ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων. ἀλλ’ ἐγὼ τᾶσδ’ ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ — ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ’ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν. ἐν δ’ ἄρα καὶ Τενέδῳ Πειθώ τ’ ἔναιεν καὶ Χάρις υἱὸν Ἀγησιλάου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi