Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

8 Εὔβουλος δ’ ἐν Χρυσίλλᾳ ` κακὸς κακῶς ἀπόλοιθ’ ὅστις γυναῖκα δεύτερος ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς, ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὁ δ’ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος. καὶ προελθών φησιν ὦ Ζεῦ πολυτίμητ᾽, εἶτ’ ἐγὼ κακῶς ποτε· ἐρῶ γυναῖκας; νὴ Δί᾽ ἀπολοίμην ἄρα, πάντων ἄριστον κτημάτων, εἰ δ’ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ γε μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακὴ Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι—τίς; οἴμοι δείλαιος, ταχέως γέ μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. Ἀριστοφῶν δ’ ἐν Καλλωνίδῃ· κακὸς κακῶς ἀπόλοιθ’ ὁ γήμας δεύτερος θνητῶν, ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει· οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ’ ὁ δ’ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν. καὶ Ἀντιφάνης ἐν Φιλοπάτορι· γεγάμηκε δήπου. β. τί σὺ λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον; Μένανδρος δ’ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι· οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. β. δεδογμένον τὸ πρᾶγμ’ ἀνερρίφθω κύβος. α. πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκὸν οὐδ’ Αἰγαῖον , οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως. ἐν δὲ Ἐμπιμπραμένῃ · ἐξώλης ἀπόλοιθ’ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος, εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ Μεταγένης. Καρκίνος δ’ ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχὴ ὦ νύκτες, φησὶν ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν; ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ’ εἴπῃς μόνον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi