Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

88 ἐπικατάφορος δὲ ὢν ὁ ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν Ἀλφεσιβοίᾳ φησίν καὶ σώματος μὲν ὄψιν ἀντηυγάζετο στίλβουσα λευκῷ χρωτὶ καὶ διαπρεπής. αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι· κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι. ἐν δὲ τῇ Ἰοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη· ἀνθηροῦ τέκνα ἔαρος πέριξ στρώσαντες. ἐν δὲ Κενταύρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα· ἔνθ’ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς θηρώμεναι θάλλοντα λειμώνων τέκνα. ἐν δὲ Διονύσῳ· χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς. περὶ δὲ ῥόδων ἐν Ὀδυσσεῖ φησιν οὕτως· κόμαισιν ʽ Ὡρῶν ὄμματ’ εὐανθῆ ῥόδα εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον. καὶ ἐν Θυέστῃ· ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ. ἐν δὲ Μινύαις πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν, ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi