Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 13

87 ἐσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ, ἣν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι. καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα· ‘παλλακίδας εὗρον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἴκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἓξ καὶ τεσσαράκοντα, ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἴκοσι ἐννέα, γαλακτουργοὺς τρισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα.’
87 καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὸν ὡς γυναικὸς κάλλος. ὁ γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν τῷ ὁμωνύμῳ δράματι (fr. 14 N)· ἔκειτο γὰρ ἣ μὲν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος. τῆς δ’ αὖ χορεία λαγόνα τὴν ἀριστερὰν ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν ζῶσαν γραφὴν ἔφαινε· χρῶμα δ’ ὄμμασι λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ἄλλη δ’ ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα· ἣ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι, ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο, ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοῖς ἐξέτεινον αὐχένας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi