Kitap 13
9
οὐκ αἰσθάνονται δ’ οὐδ’ οἱ παρ’ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς (457)· οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδ’ ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη (II 475 K)· οὐ σύμφορον νέα ᾽στὶ πρεσβύτῃ γυνή. ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ’ ἀπορρήξασα δὲ ἐκ νυκτὸς ἕτερον λιμέν’ ἔχουσ’ ἐξευρέθη.