Kitap 14
1
Τὸν Διόνυσον, ἑταῖρε Τιμόκρατες, μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι· Od. 22.293 οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ. οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ὤλεσ’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθ᾽. ὃ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ’ ἔρεξε δόμοις ἐνὶ Πειριθόοιο. ‘κατιόντος γοῦν τοῦ οἴνου ἐς τὸ σῶμα, ὥς φησιν Ἡρόδοτος (I 212), ἐπαναπλέει κακὰ ἔπεα’ καὶ μαινόμενα. Κλέαρχός τε ὁ κωμῳδιοποιὸς ἐν Κορινθίοις φησίν (II 409 K)· εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν τὸν ἄκρατον ἡμῶν, οὐδὲ εἷς ἔπινεν ἄν. νῦν δὲ πρότερόν γε τοῦ πόνου τὴν ἡδονὴν προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. Ξενοφῶντος δὲ τὸν Ἀγησίλαον (V 1)... ‘μέθης μὲν ἀπέχεσθαι ὁμοίως ᾤετο χρῆναι καὶ μανίας, σίτων δὲ ὑπερκαίρων ὁμοίως καὶ ἀργίας.’ ἀλλ’ οὐχ ἡμεῖς γε οὔτε τῶν πλεῖον πινόντων ὄντες οὔτε τῶν ἐξοίνων γινομένων πληθούσης ἀγορᾶς ἐπὶ τὰ μουσικὰ ταῦτα ἐρχόμεθα συμπόσια. καὶ γὰρ ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς πάλιν τινὸς ἐπείληπτο εἰπόντος ‘ἔξοινος οὔκ εἰμι’, λέγων ‘ὁ δ’ ἔξοινος ποῦ;’ καὶ ὃς ‘παρ’ Ἀλέξιδι ἐν Εἰσοικιζομένῳ (II 318 K)· ἔξοινος ἐποίει ταῦτά γε’ ἔφη.