Kitap 14
15
παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιός, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάνας καὶ τρουβλίον, θαυμάζομεν. καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν, ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ. ἐκαλοῦντο δ’ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δεικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. τοῦ δὲ εἴδους τῶν δεικηλιστῶν πολλοὶ κατὰ τόπους εὶς προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ’ αὐτοκαβδάλους, οἱ δὲ φλύακας, ὡς Ἰταλοί, σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ καὶ τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες ἐθελοντάς. ὅτι δὲ καινουργοῦσιν κατὰ τὰς φωνὰς οἱ Θηβαῖοι Στράττις ἐπιδείκνυσιν ἐν Φοινίσσαις διὰ τούτων ξυνίετ’ οὐδέν, πᾶσα Θηβαίων πόλις, οὐδέν ποτ’ ἀλλ’· οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν, ὡς λέγουσ᾽, ὀνομάζετε· τὸν ἀλεκτρυόνα δὲ ὀρτάλιχα, τὸν δ’ ἰατρὸν αὖ σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν, ὁ νεασπάτωτον δ᾽, ἤν τι νεοκάττυτον ᾖ.