Kitap 14
34
ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών· ὦ Ζεῦ, καλὸν γ’ ἔστ’ ἀποθανεῖν αὐλούμενον. τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον. μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης ἔφη ὁ Μασούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων, χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης, καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον περὶ Ὀργάνων. καὶ Ἀνδρέας ὁ Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν, ὡς ἀπὸ δύο νεῶν προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι· καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ ὅταν ἐξαρθῇ γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιούμενον ὅμοιον, δέ τί ἐστιν καὶ τὸ τῆς σαμβακης. μόσχος δ’ ἐν πρώτῳ Μηχανικῶν Ῥωμαικὸν εἶναι λέγει τὸ μηχάνημα καὶ Ἡρακλείδην τὸν Ταραντῖνον εὑρεῖν αὐτοῦ τὸ εἶδος. Πολύβιος δ’ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν Μάρκελλος, φησί, δυσχρηστούμενος ἐν τῇ Συρακουσῶν πολιορκίᾳ ὑπὸ τῶν Ἀρχιμήδους κατασκευασμάτων ἔλεγεν ταῖς μὲν ναυσὶν αὑτοῦ κυαθίζειν ἐκ θαλάσσης Ἀρχιμήδην, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκ πότου μετ’ αἰσχύνης ἐκπεπτωκέναι.