Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

50 ἔφιππος Ἐφήβοις· χόνδρος μετὰ ταῦτ’ εἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, ἴτρια, τραγήμαθ’ ἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν, ἐμασώμεθ’ οὕτως ἀνδρικῶς ὅσ’ εἴχομεν καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν, καὶ ἐν Κύδωνι· καὶ μετὰ δεῖπνον κόκκος.., . ἐρέβινθος κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βάτραχος, βότρυες, ῥοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, Διὸς ἐγκέφαλος. Ἄλεξις Φιλίσκῳ· ἀρτέον τράπεζαν, ἀπονίψαι δοτέον, προσοιστέος στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς, τράγημα δοτέον ἔτι, πλακοῦντος ἁπτέον. ἐπεὶ δὲ καὶ ὁ Κυθήριος Φιλόξενος ἐν τῷ Δείπνῳ δευτέρων τραπεζῶν μνημονεύων πολλὰ καὶ τῶν ἡμῖν παρακειμένων ὠνόμασεν, φέρε καὶ τούτων ἀπομνημονεύσωμεν· τὰς δὲ δὴ πρόσθεν μολούσας λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας, τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας δευτέρας, ἀθάνατοι δὲ τ’ Ἀμαλθείας κέρας, ταῖσι δ’ ἐν μέσαις ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις μηλογενὲς πῶυ λιπόντ’ ἀνάγκαις ξηρὸν ἐν ξηραῖς Ἀρισταίου παλιρρύτοισι παγαῖς· τῷ δ’ ὄνομ’ ἦς ἄμυλος. χερσὶν δ’ ἐπέθεντο στόμιον μαλεραῖς ταν δεξαμένην ὅ τι καὶ διδῷ τις, ἃ Ζανὸς καλέοντι τρώγματ᾽. ἐπεί γ’ ἐπένειμεν ἐγκατακνακομιγὲς πεφρυγμένον πυροβρομολευκερεβινθοακανθιδομικριτριαδυ- βρωματοπαντανάμικτον ἄμπυκι καριδίᾳ· στιχὰς παρεγίνετο τούτοις σταιτινοκογχομαγὴς χὡ ψαιστελαιοξανθεπιπαγκαπύρωτος χοιρίνας. ἅδεα δὲ κυκλώθ’ ὁμόφωκτ’ ἀνάριθμα καὶ μελίπακτα τετυγμέν’ ἄφθονα σασαμόφωκτα. τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς ἄμυλος πλαθανίτας. σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτ’ ἐρέβινθοι κνακοσυμμιγεῖς ἁπαλαῖς θάλλοντες ὥραις, ᾠὰ τ’ ἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ἐτάττετο τρωκτά τε παισὶν ἁδυεδῆ κάρυ᾽, ἄλλα θ’ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον ἔμεν, πόσις δ’ ἐπεραίνετο κότταβοὶ τε λόγοι τ’ ἐπὶ κοινᾶς, ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ’ ἐπὶ τ’ ᾔνησαν ταῦτα καὶ ὁ Κυθήριος Φιλόξενος· ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι· πολὺ γ’ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος ὁ Φιλόξενος, πρώτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ. ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν. οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi