Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

52 ἐγχύτων δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ· οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ , πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεᾴδι ὀπτᾷ καὶ κίχλας.᾽ Εὐάγγελος δὲ Ἀνακαλυπτομένῃ· τέτταρας ποιεῖν τραπέζας τῶν γυναικῶν εἶπά σοι, ἓξ δὲ τῶν ἀνδρῶν τὸ δεῖπνον δ’ ἐντελὲς καὶ μηδὲ ἓν ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους. οὐ παρ’ ἑτέρου δεῖ πυθέσθαι· πάντα δ’ αὐτόπτης ἐρῶ. τῶν μὲν ἰχθύων σὺ λήψει πάνθ’ ὅσ’ ἂν βούλῃ γένη, εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς β. ὡς ἀλαζὼν ὁ κατάρατος. α. θρῖα, τυρόν, ἐγχύτους. γ. παῖ, Δρόμων. α. κάνδυλον ᾠά τ᾽, ἀμύλιον τὸ πέρας, ὕψος τῆς τραπέζης, πήχεων ἔσται τριῶν, ὥστε τὸν δειπνοῦντ’ ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.
52 ἄμης πλακοῦντος γένος. Ἀντιφάνης· ἄμητες, ἄμυλοι. Μένανδρος ἐν Ὑποβολιμαίῳ· · τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐς Ἅιδου πέμπετε; β. τίν’ ἄμητ’ ἐν Ἅιδου προσδοκᾷς; Ἴωνες δέ, ὥς φησι Σιληνὸς ἐν ταῖς Γλώσσαις, ἄμην αὐτὸν καλοῦσιν, καὶ τοὺς μικροὺς ἀμητίσκους Τηλεκλείδης· αὐτόμαται δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο.
53 διακόνιον. Φερεκράτης· ὑπὸ τῆς ἀπληστίας διακόνιον ἐπῆσθεν, ἀμφιφῶντ’ ἔχων.
53 ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ ἢ Ῥοδίᾳ· Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα. μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ. Φιλόχορος δ’ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.
53 βασυνίας. Σῆμος ἐν β’ Δηλιάδος ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi