Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

54 κριμνίτης πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.
55 σταιτίτας πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος, μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ. σταῖς δ’ ἐστὶν ὑγρὸν εἰς τήγανον ἐπιχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.
55 Χαρίσιος . τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν · ἐγὼ δὲ νῷν πέψω πλακοῦντ’ ἐς ἑσπέραν χαρίσιον. Εὔβουλος δ’ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει· ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
55 ἐπίδαιτρον πλακουντῶδες μάζιον· ἐπὶ τῷ δείπνῳ ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.
55 νᾶνος ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.
55 ψώθια τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις· λήψει δ’ ἐν Ἅιδου κραπάταλον καὶ ψωθία. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος καὶ Θεόδωρος δ’ ἐν Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, ἃ τινὰς ὀνομάζειν ἀτταράγους.
55 ἴτριον πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν, ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον. Ἀριστοφάνης Ἀχαρνεῦσιν· πλακοῦντες, σησαμοῦντες, ἴτρια. Σοφοκλῆς Ἔριδι· ἐγὼ δὲ πεινῶσ’ αὖ πρὸς ἴτρια βλέπω.
55 ἀμόραι. τὰ μελιτώματα Φιλίτας ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ’ ἐστὶν πεπεμμένα.
55 ταγηνίτης πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος, ὁ καὶ ταγηνίας, μνημονεύει Μάγνης ἢ ὁ ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ · ταγηνίας ἤδη τεθέασαι χλιαροὺς σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι; καὶ Κρατῖνος ἐν Νόμοις· καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
55 ἔλαφος πλακοῦς ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.
55 ναστὸς πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας..
56 χόρια βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.
56 ἀμορβίτης ; πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἱ δὲ
56 παῖσα πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi